TLG 1698 003 :: TELEPHUS :: Fragmenta

TELEPHUS Gramm.
(Pergamenus: A.D. 2)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 635.

frr. 1–3

Citation: Fragment — (line)

1

Schol. Aristoph. Plut. 725: Ἐπωμοσία ἐστὶν ἀπόδοσις αἰτίας, δι’ ἣν οὐχ ὑπαντᾷ τις πρὸς τὴν δίκην. Ὑπερίδης· «Καὶ ἐμοὶ μὲν συμβάσης ἀρρωστίας, καὶ ὑπομοσθείσης ταύτης τῆς γραφῆς, ἀνεβλήθη ὁ ἀγών.»
5Οὕτως ὁ Τήλεφος.

2

Eustath. ad Odyss. ρ, 455: Προσ‐ ενθυμητέον δὲ καὶ Τηλέφου τοῦ, ὡς ἱστορεῖται, Περ‐ γαμηνοῦ, ὅτι κατὰ τὴν ἐκείνου παράδοσιν νομική τις ἦν λέξις ἢ τεχνικὴ ἐν τοῖς μεθ’ Ὅμηρον ὁ ἐπιστά‐
5της. «Γίνεται γὰρ, φησὶν, ἐπιστάτης Ἀθήνησιν ἐκ τῶν πρυτάνεων εἷς, ὃς ἐπιστατεῖ νύκτα καὶ ἡμέραν μίαν, καὶ πλείω χρόνον οὐκ ἔξεστιν, οὐδὲ δὶς τὸν αὐτὸν γενέσθαι, τάς τε κλεῖς ἐν οἷς τὰ χρήματά εἰσι, φυλάττει καὶ τὰ γράμματα τῆς πό‐
10λεως καὶ τὴν δημοσίαν σφραγῖδα. Κληροῖ δὲ καὶ προέ‐ δρους ἐξ ἑκάστης φυλῆς ἕνα, πλὴν τῆς πρυτανευούσης, καὶ πάλιν ἐκ τούτων ἐπιστάτην ἕνα.»

3

Aelian. N. A. X, 42: Μύρμηκος εἶδος θανατη‐ φόρου φασὶν εἶναί τι, καὶ Λαέρτην ὄνομα ἔχειν τόνδε τὸν μύρμηκα τὸν προειρημένον· καὶ σφῆκας δέ τινας ἐκάλουν Λαέρτας. Λέγει ταῦτα Τήλεφος ὁ κριτικὸς,
5ὁ ἐκ τοῦ Μυσίου Περγά‐
μου.635